Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.35 Joseph. AJ 15.41 (English) >>Joseph. AJ 15.47

15.39

δὲ βασιλεὺς Ἡρώδης εὐθὺς μὲν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην Ἀνάνηλον ὄντα μέν, ὡς καὶ πρότερον εἴπομεν, οὐκ ἐπιχώριον, ἀλλὰ τῶν ὑπὲρ Εὐφράτην ἀπῳκισμένων Ἰουδαίων· οὐ γὰρ ὀλίγαι μυριάδες τοῦδε τοῦ λαοῦ περὶ τὴν Βαβυλωνίαν ἀπῳκίσθησαν. 15.40ἔνθεν ἦν Ἀνάνηλος ἀρχιερατικοῦ γένους καὶ πάλαι κατὰ συνήθειαν Ἡρώδῃ σπουδαζόμενος. τοῦτον αὐτὸς μὲν ἐτίμησεν, ὅτε τὴν βασιλείαν παρέλαβεν, αὐτὸς δὲ κατέλυσεν ἐπὶ τῷ παῦσαι τὰς οἰκείας ταραχὰς παράνομα ποιῶν· οὐ γὰρ ἄλλος γέ τις ἀφῃρέθη τὴν τιμὴν ἅπαξ παραλαβών. 15.41ἀλλὰ πρῶτος μὲν Ἀντίοχος Ἐπιφανὴς ἔλυσε τὸν νόμον ἀφελόμενος μὲν Ἰησοῦν, καταστήσας δὲ τὸν ἀδελφὸν Ὀνίαν, δεύτερος δὲ Ἀριστόβουλος Ὑρκανὸν ἀφείλετο τὸν ἀδελφόν, Ἡρώδης δὲ τρίτος ἀντιπαρέδωκεν τὴν ἀρχὴν Ἀριστοβούλῳ τῷ παιδί. 15.42

Καὶ τότε μὲν ἐδόκει τεθεραπευκέναι τὰ περὶ τὴν οἰκίαν. οὐ μὴν ὅπερ εἰκὸς ἦν ἐν διαλλαγαῖς ἀνυπόπτως διετέλει, τὴν Ἀλεξάνδραν ἐπί τε τοῖς ἐγχειρηθεῖσιν ἤδη καὶ καιρὸν εἰ λάβοιτο νεωτέρων πραγμάτων ἠξιωκὼς δεδοικέναι. 15.43προσέταττεν οὖν ἔν τε τοῖς βασιλείοις διατρίβειν καὶ μηδὲν ἀπʼ ἐξουσίας δρᾶν, ἐπιμελεῖς τε ἦσαν φυλακαί, λανθάνοντος οὐδʼ εἴ τι πρὸς τὴν καθʼ ἡμέραν δίαιταν ἐπιτηδεύοιτο. 15.44ταῦτα πάντα κατὰ μικρὸν ἐξηγρίου αὐτὴν καὶ μῖσος ἐπεφύετο· φρονήματος γὰρ ἔμπλεως οὖσα γυναικείου τὰς ἐκ τῆς ὑποψίας ἐπιμελείας ἀνηξιοπάθει, παντὸς οὑτινοσοῦν ἀξιοῦσα μᾶλλον τῆς παρρησίας στερομένη τιμῆς εὐπρεπείᾳ μετὰ δουλείας καὶ φόβων καταζῆν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.35 Joseph. AJ 15.41 (English) >>Joseph. AJ 15.47

Powered by PhiloLogic